Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13.388 Joseph. AJ 13.393 (English) >>Joseph. AJ 13.398

13.391 δὲ ταῦτα πάντα ἐμπρήσας διεβίβαζε ταύτῃ τὴν δύναμιν ἐπὶ τὴν Ἀραβίαν. ἀναχωροῦντος δὲ τοῦ Ἄραβος τὰ πρῶτα, ἔπειτα μετὰ μυρίων ἱππέων ἐξαίφνης ἐπιφανέντος ὑπαντήσας τούτοις Ἀντίοχος καρτερῶς ἐμάχετο, καὶ δὴ νικῶν ἀπέθανεν παραβοηθῶν τῷ πονοῦντι μέρει. πεσόντος δʼ Ἀντιόχου καὶ τὸ στράτευμα φεύγει εἰς Κανὰ κώμην, ἔνθα τὸ πλεῖον αὐτῶν λιμῷ φθείρεται. 13.392

Βασιλεύει δὲ μετʼ αὐτὸν τῆς κοίλης Συρίας Ἀρέτας κληθεὶς εἰς τὴν ἀρχὴν ὑπὸ τῶν τὴν Δαμασκὸν ἐχόντων διὰ τὸ πρὸς Πτολεμαῖον τὸν Μενναίου μῖσος. στρατεύσας δʼ ἐκεῖθεν ἐπὶ τὴν Ἰουδαίαν καὶ περὶ Ἄδιδα χωρίον μάχῃ νικήσας Ἀλέξανδρον ἐπὶ συνθήκαις ἀνεχώρησεν ἐκ τῆς Ἰουδαίας. 13.393

Ἀλέξανδρος δʼ ἐλάσας αὖθις ἐπὶ Δίαν πόλιν αἱρεῖ ταύτην, καὶ στρατεύσας ἐπὶ Ἔσσαν, οὗ τὰ πλείστου ἄξια Ζήνωνι συνέβαινεν εἶναι, τρισὶν μὲν περιβάλλει τείχεσιν τὸ χωρίον, ἀμαχὶ δὲ λαβὼν τὴν πόλιν ἐπὶ Γαύλαναν καὶ Σελεύκειαν ἐξώρμησεν. 13.394παραλαβὼν δὲ καὶ ταύτας προσεξεῖλεν καὶ τὴν Ἀντιόχου λεγομένην φάραγγα καὶ Γάμαλα τὸ φρούριον. ἐγκαλῶν δὲ πολλὰ Δημητρίῳ τῷ τῶν τόπων ἄρχοντι περιέδυσεν αὐτόν, καὶ τρίτον ἤδη πεπληρωκὼς ἔτος τῆς στρατείας εἰς τὴν οἰκείαν ὑπέστρεψεν προθύμως αὐτὸν τῶν Ἰουδαίων διὰ τὴν εὐπραγίαν δεχομένων.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13.388 Joseph. AJ 13.393 (English) >>Joseph. AJ 13.398

Powered by PhiloLogic